Εἰς
τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.
Δόξα σοι,
Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.
Βασιλεῦ Οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς Ἀληθείας,
ὁ Πανταχοῦ Παρὼν καὶ τὰ Πάντα Πληρῶν, ὁ Θησαυρός τῶν Ἀγαθῶν καὶ Ζωῆς Χορηγός, ἐλθὲ
καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον, Ἀγαθὲ τὰς
ψυχὰς ἡμῶν.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν
Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν
τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως
Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν
Ψαλμός 11
ΣΩΣΟΝ με, Κύριε,
ὅτι ἐκλέλοιπεν ὅσιος, ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων. μάταια ἐλάλησεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ,
χείλη δόλια ἐν καρδίᾳ, καὶ ἐν καρδίᾳ ἐλάλησε κακά. ἐξολοθρεύσαι Κύριος πάντα τὰ χείλη τὰ δόλια καὶ
γλῶσσαν μεγαλοῤῥήμονα. τοὺς εἰπόντας· τὴν
γλῶσσαν ἡμῶν μεγαλυνοῦμεν, τὰ χείλη ἡμῶν παρ᾿ ἡμῖν ἐστι· τίς ἡμῶν Κύριός ἐστιν; ἀπὸ τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ ἀπὸ τοῦ
στεναγμοῦ τῶν πενήτων, νῦν ἀναστήσομαι, λέγει Κύριος· θήσομαι ἐν σωτηρίῳ, παῤῥησιάσομαι
ἐν αὐτῷ. τὰ λόγια Κυρίου λόγια ἁγνά, ἀργύριον
πεπυρωμένον, δοκίμιον τῇ γῇ κεκαθαρισμένον ἑπταπλασίως. σύ, Κύριε, φυλάξαις ἡμᾶς καὶ διατηρήσαις ἡμᾶς ἀπὸ
τῆς γενεᾶς ταύτης καὶ εἰς τὸν αἰῶνα. κύκλῳ
οἱ ἀσεβεῖς περιπατοῦσι· κατὰ τὸ ὕψος σου ἐπολυώρησας τοὺς υἱοὺς τῶν ἀνθρώπων.
Μαρία Μήτηρ Χριστοῦ τοῦ Κτίστου, βίβλος Θεοῦ
ἡ πανσφράγιστος, οὐρανῶν ἐν βίβλοις, σαῖς λιταῖς ἁγνὴ, κἀμὲ γράψον.
Ὡς οὖσα φωτοειδῂς, Πανάχραντε Θεογενήτρια,
φωτιστικαῖς πρεσβείαις σου ἁγνὴ σκοτισθέντα μὲ φώτισον καὶ τοῦ φωτὸς βαδίζειν
μέ, τάς θείας τρίβους, καταξίωσον.
Ευαγγέλιον
(Ιωάνν. ιδ΄12-26)
Αμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμέ, τὰ
ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει, ὅτι ἐγὼ πρὸς τὸν
πατέρα μου πορεύομαι, καὶ ὅτι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου, τοῦτο ποιήσω,
ἵνα δοξασθῇ ὁ πατὴρ ἐν τῶ υἱῷ. ἐάν τι αἰτήσητε ἐν τῷ ὀνόματί μου, ἐγὼ ποιήσω.
᾿Εὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσατε, καὶ ἐγὼ ἐρωτήσω τὸν
πατέρα καὶ ἄλλον παράκλητον δώσει ὑμῖν, ἵνα μένῃ μεθ᾿ ὑμῶν εἰς τὸν αἰῶνα,
τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ
οὐδὲ γινώσκει αὐτό· ὑμεῖς δὲ γινώσκετε αὐτό, ὅτι παρ᾿ ὑμῖν μένει καὶ ἐν ὑμῖν ἔσται.
οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς· ἔρχομαι πρὸς ὑμᾶς. Ταῦτα λελάληκα ὑμῖν παρ᾿ ὑμῖν
μένων ὁ δὲ παράκλητος, τὸ Πνεῦμα τὸ ῞Αγιον ὃ πέμψει ὁ πατὴρ ἐν τῷ ὀνόματί
μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα καὶ ὑπομνήσει ὑμᾶς πάντα ἃ εἶπον ὑμῖν.
ΕΥΧΗ
Δεσπότα Κύριε Ἰησοῦ Χριστέ, Υἱὲ καὶ Λόγε τοῦ
Πατρός, ἡ αὐτοσοφία καὶ πάσης συνέσεως χορηγός,
Ο
Τὸ Πανάγιον Σοῦ Πνεῦμα καταπέμψας πλουσιοδώρως ἐπὶ τοὺς Σοῦς ἁγίους
ἀποστόλους καὶ μαθητὰς καὶ ἐξ ‘ἀγραμμάτων ἁλιέων , θεολόγους
καὶ κοσμοκήρυκας σοφωτάτους ἀναδείξας .
Αυτός Φιλάνθρωπε,
κατάπεμψον καὶ ἐπὶ τὸν – τὴν δοῦλον-ην …….(τὸ ὄνομα του μαθητού) τὴν
φωτιστικὴν ἀκτῖνα τοῦ Πνεύματός σου, εἰς εὔκολον μὲν κατανόησιν τῶν ἀναγινωσκομένων,
εἰς καρποφορίαν δὲ ψυχωφελοῦς γνώσεως, προόδου , ἀληθείας καὶ εὐοδόσεως εἰς τάς προκειμένας ἐξετάσεις, ἵνα
πορευόμενοι ἐν τῷ φωτὶ τῶν ἐντολῶν Σου, δοξάζομεν διὰ παντός, ψυχὴ καὶ σώματι,τὸ
πανάγιον καὶ προσκυνητὸν Ὄνομά Σου σὺν τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι. Ἀμήν.
Σόφισον Χριστέ, ἀοράτως τὰς νεάνιδας, καὶ τοὺς νέους ταῖς βολαῖς
ἐνεργειῶν,
τῆς σοφίας Σου, Χριστέ, κατὰ τὴν ἔτασιν.
Πρόθυμον σπουδήν,πρὸς μελέτην καὶ ἐμπέδωσιν
τῶν ποικίλων μαθημάτων Ἰησοῦ
τοῖς παιδίοις ἀφειδῶς ἐπιχορήγησον.
Ἡ πάσα νεολαία, προσδοκᾶ Χριστέ μου, ἐπιτυχίας κομίσαι ὠφέλειαν,
ἐκ τῶν ποικίλων ἀγώνων , αὐτῆς τῆ ρώμη σου.
Λαλῆσαι εἰς τὰ ὦτα, μαθητῶν καὶ νέων, τὰ ἀκριβῆ καὶ τὰ ἄριστα Παναγνέ,
κατὰ τὴν ὥραν αἰτοῦμεν,τῶν ἐξετάσεων.
Πάνσοφε Χριστέ μου Ἰησοῦ, ἡ πηγὴ τῆς ὄντως
σοφίας, φώτισον δεόμεθα, ταῖς ἐνεργείαις σου, ὅπως ἔχωσιν ἅπαντες,ἐν τὴ ἐξετάσει,
νοῦν ὀξὺν καὶ γρήγορον,
εἰς τὸ συγγράψασθε, πάσας τὰς ὀρθᾶς ἀποκρίσεις,ἐν
ταῖς ἐρωτήσεσι Σῶτερ,
ταῖς ὑποκειμέναις αὐτοῖς πάντοτε.
*
ΠΡΟΣΤΑΤΕΣ ΑΓΙΟΙ ΓΙΑ ΤΙΣ ΕΞΕΤΑΣΕΙΣ
Άγιος Μελέτιος Αρχιεπίσκοπος
Αντιοχείας (12η Φεβρουαρίου)
Νόμον ἔνθεον, ἐμμελετήσας, τὴν οὐράνιον, γνῶσιν
ἐκλάμπεις, τὴ Ἐκκλησία Ἱεράρχα Μελέτιε, τὴν γὰρ Τριάδα κηρύττων ὁμότιμον, αἱρετικῶν
διαλύεις τᾶς φάλαγγας. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ
μέγα ἔλεος.
Όσιοι Διονύσιος «ο ρήτωρ»
και ο υποτακτικός του Άγιος Μητροφάνης ο Πνευματικός (9η Ιουλίου)
Θείοις ἄνθραξι, τῆς ἐγκρατείας, πάθη
φλέξαντες, τὰ φρυγανώδη, ἀσκητικῶς ἐν τῷ Ἄθῳ ἠστράψατε· τῷ γὰρ ἀδύτῳ φωτὶ
λαμπρυνόμενοι, τῶν θεοφόρων ἐφάμιλλοι ὤφθητε, Διονύσιε σοφέ, καὶ θεῖε
Μητρόφανες, αἰτούμενοι ἡμῖν τὸ μέγα ἔλεος.
* *
Κομβοσχοίνι :
Σε κάθε κόμπο λέμε:
«Κύριε Ιησού Χριστέ ελέησον τον – την δούλον- ην Σου …….(το όνομα του μαθητού)»
* *
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνο ιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σέ,
μὴ ἀστοχήσωμεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστά σεων, σὺ γὰρ εἶ ἡ σωτρηρία τοῦ γένους
τῶνχριστιανῶν.
Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον
ἡμᾶς. Ἀμήν.
* * *
(ΠΗΓΗ :
-Προσευχητάριον ειδικών
περιστάσεων
-Το Προσευχητάρι της
Παναγίας
-Προστάτες Άγιοι για 909
περιστάσεις
Παρακλητικός Κανών εἰς τὸν
Δεσπότην Χριστὸν,
Ὑπὲρ τῶν μαθητῶν τῶν
ὑποκειμένων εἰς ἐξετάσεις.-
- Μητροπολίτου Ἐδέσσης
Πέλλης καὶ Ἀλμωπίας κ.κ. Ἰωὴλ
-Ευχολόγιον Ι.Μ.Σίμωνος
Πέτρας –Άγιον Όρος.
)
Επιμέλεια ,π.Διονύσιος Ταμπάκης
–Ι.Ν.Παναγίας Ναυπλίου
0 σχόλια:
Δημοσίευση σχολίου